
ῥώμα
(Rodrigo Peñaloza, 2012)
ἐν τωῖ ἀμφιθεάτρωι φλαυικωῖ τὸ πλῆθος ἤδη περίμενεν. ἰδού, ὑπὸ παίγνιου φέρονται οἱ ἄτιμοι φονευθησόμενοι πρὸς τοὺς θήρας. καὶ τοἱς βλαβεροῖς καὶ τοῖς αἰχμαλώτοις πρὸς τὸν ἀγωνιστήριον καταδεδικασμένοις, οὗτος χρόνος ὥρας ἐστὶν τοῦ μεγίστου ἄλγους, ἀλλὰ τοῖς θεαταῖς δωροφορίας τερπνῆς καὶ θεάματος μεσημβρινῆς. πρὶν γενέσθαι ἡ μεσηβρία, ἐγὼ, δοῦλος ἡλληνικὸς καὶ κατᾱγνωσμένος ἐγκλήματός τινος ὃ μὴ ἐμεμαρτάκειν, ἡγήθην τοῦ θηριομάχου εἰς τὴν πύλην λιβιτινῆ, ἣ ἡ μικροτάτη ἦν τῶν κλεῖθρων πρὸς τοῦ ἀγωνιστηρίου όντων καὶ χωριζόντων τοὺς αἰχμαλώτους τοῦ τοῦ στάδιου ἀγωνιστηρίου. ἀνὰ τὸν διάδρομον, τὸ μὲν πτῶμα τῶν μονομάχων τηῖ προτεραίαι ἀποτεθνηισμένοις ἔβλεψα ἐν τοῖς λάφυροις κειμένους, τὰ δὲ τῶν μισθωτῶν φαντάσματα παρερχόμενα φρικτῶς θρηνοῦντα καὶ ἀπώλειαν καὶ θάνατον κενὸν αὐτόν. ἐμυσάχθην καὶ ἔκρασσα ἐν τηῖ ῥωμαïκηῖ γλῶσσηι· “cur me terretis, perditi? non dubitavistis pro res nummarias ad muneram vitam ponere! fuistis gladiatores quaestus causa, mihi autem arbitrium non datum est neque dabitur! sacramento milites sacratos non facti estis, sed infames gratis!” βασανισθεὶς συνεχῶς ἀνὰ τρεῖς ἡμέρας, αἱ τῶν ἀλύσεων καὶ τῶν μαστίγων οὐλαὶ στιγματίσθησαν μοι. αἰφνιδίως ἐμνησάμην δεσπόινης τοῦτο λεγούσης· “tua haereditas graeca, demetri, erit tibi dolori”. πρὸ τοῦ τὸν ἡρμῆν ἐνηνοχέναι με εἰς τὸν αἵδεν, ἐκραύγασα δὲ τωῖ τῶν ελευθερίων τεχνῶν καὶ τῶν φιλοσόφων διαλέκτωι· ὦ θάνατε λεοντοφόρε, μῶν ἐγώ, δοῦλος ἑλληνικός δεσπόινης ῥωμαϊκῆς ῶν καὶ ὑπὸ τῶν θηρῶν νεκρωθησόμενος, δικαιωθήσομαι θεοῖς; ἡ γὰρ ψάμμου καὶ αἵματος δισωδία ἤδη με πνίγει. ἄκουω δὲ τὸν λεόντων βρυχήν καὶ θεάομαι τὸν ἥλιον τὸν θεῖον ἐν τωῖ μεσουρανίωι. ἐτοῖμος τέλος εἰμί.