Notes on Morphology & Grammar

Damon Hatheway
Antiphon’s Against Stepmother
2 min readDec 16, 2019

Against Stepmother 18–20

[18] καὶ τὰ μὲν ἄλλα μακρότερος ἂν εἴη λόγος περὶ τοῦ δείπνου ἐμοί τε διηγήσασθαι ὑμῖν τ᾽ ἀκοῦσαι: ἀλλὰ πειράσομαι τὰ λοιπὰ ὡς ἐν βραχυτάτοις ὑμῖν διηγήσασθαι, ὡς γεγένηται ἡ δόσις τοῦ φαρμάκου.

ἐπειδὴ γὰρ ἐδεδειπνήκεσαν, οἷον εἰκός, ὁ μὲν θύων Διὶ Κτησίῳ κἀκεῖνον ὑποδεχόμενος, ὁ δ᾽ ἐκπλεῖν τε μέλλων καὶ παρ᾽ ἀνδρὶ ἑταίρῳ αὑτοῦ δειπνῶν, σπονδάς τ᾽ ἐποιοῦντο καὶ λιβανωτὸν ὑπὲρ αὑτῶν ἐπετίθεσαν.

[19] ἡ δὲ παλλακὴ τοῦ Φιλόνεω τὴν σπονδὴν ἅμα ἐγχέουσα ἐκείνοις εὐχομένοις ἃ οὐκ ἔμελλε τελεῖσθαι, ὦ ἄνδρες, ἐνέχει τὸ φάρμακον. καὶ ἅμα οἰομένη δεξιὸν ποιεῖν πλέον δίδωσι τῷ Φιλόνεῳ, ὡς, εἰ δοίη πλέον, μᾶλλον φιλησομένη ὑπὸ τοῦ Φιλόνεω: οὔπω γὰρ ᾔδει ὑπὸ τῆς μητρυιᾶς τῆς ἐμῆς ἐξαπατωμένη, πρὶν ἐν τῷ κακῷ ἤδη ἦν: τῷ δὲ πατρὶ τῷ ἡμετέρῳ ἔλασσον ἐνέχει.

[20] καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν. ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος. ἀνθ᾽ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασα ἔχει τὰ ἐπίχειρα ὧν ἀξία ἦν, οὐδὲν αἰτία οὖσα — τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη — , ἡ δ᾽ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν.

Notes

[18] μακρότερος = predicate of subject infinitives διηγήσασθαι + ἀκοῦσαι (see: Smythe 1984)

  • εἴη: ἂν + opt. = potential optative
  • ὡς ἐν βραχυτάτοις: ὡς + superlative = “super superlative” transl. “as X as possible” (see: Smythe 1085–1086).
  • διηγήσασθαι: Complementary infinitive of πειράσομαι
  • ὡς γεγένηται: “Relative ὡς” = how, in which way

[19] ἃ: Antecedent is ellipsed

  • ὡς: w/ participle φιλησομένη = “on the grounds that…” (see: Smythe 2086)
  • εἰ δοίη…φιλησομένη: Mixed future conditional (Protasis = εἰ + optative, Apodosis = fut. w/o ἂν)
  • οὔπω…πρὶν: lit. “not yet…until.” πρὶν after negative clause takes the indicative, as here, (ἦν) and means “until.” (see: Smythe 2432).

[20] τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι: “High tragic” speech.

  • οὖσα: concessive participle
  • ἕξει, ἐὰν…θέλωσιν: Future More Vivid (Apodosis = fut. indic., Protasis = ἐὰν + subjunctive).
Judith at the Banquet of Holofernes, Rembrandt (Source: Wikipedia, Public Domain)

--

--