A Lecture in Ancient Greek: Dionysius of Halicarnassus on History as Education

Alex Petkas
In Medias Res
Published in
9 min readNov 2, 2018
Alex Petkas at Living Latin in NYC.

[The following is a roughly accurate transcript of a talk delivered at the Paideia Living Latin in New York conference in February 2018. The topic was inspired by the theme of the conference, which was “Education.” Dionysius was a Greek living in the Augustan period who wrote a history of much more ancient periods of Rome, including many discussions of archaic Roman institutions. The aim of the talk was not just to inform and entertain but also to model a simple and accessible style of Attic Greek for contemporary academic contexts. I anticipate and indeed hope that may will find room for improvement on the latter point, and perhaps be inspired to propose their own examples. The accompanying video also features an explanatory slide show. Special thanks to Luby Kiriakidi who gave generously of her time in helping to subtitle the video. All remaining faults in the Greek are to be attributed exclusively to me. — Alex Petkas]

[A PDF of this talk is also available on Alex Petkas’s academia.edu profile.]

οὐ σπουδάζουσι πάντες οἱ ἄνθρωποι τὴν ἱστορίαν, οὐδ’ οἱ πλείονες. οὐ γὰρ ἐστιν ὅστις οὐκ εἰς ὕπνον πέπτωκέ ποτε ἱστορίαν τινά ἀναγιγνώσκων περὶ παλαιῶν βασιλέων καὶ μαχῶν. οὔκουν θαυμαστὸν εἰ πολλοὶ τῶν ἀρχαίων ἱστοριογράφων τήμερον ὡς ἔπος εἰπεῖν ἀμελοῦνται, εἰ μὴ ὑπὸ σχολαστικῶν τινων.

ὁμολογοῦσι δὲ οἱ φρόνιμοι τὴν ἱστορίαν παρέχειν ἡμῖν ὠφέλειαν τινά, οὐ μὴν ἀλλὰ καὶ ἡδονὴν, εἴ γε τις ἡδονὴ γίγνεται ἡμῖν παρὰ τραγωδιῶν. τίς γὰρ οὕτω σκληρός ἐστιν ὥστε μὴ ἔλεον αἰσθάνεσθαι ἀκούων Ἡροδότου ἱστοροῦντος τὴν μοίραν τοῦ Κροίσου; ἐκείνος γὰρ βασιλεύς γενόμενος τῶν Λυδῶν, καὶ ἐν τοῖς πλουσιότατος, νομίζων δὲ ἑαυτὸν εὐδαιμονέστατος εἶναι, ἐσφάλη ὑπ’ ἄτης καὶ ὕβρεως, ἀπολέσας οὐ μόνον τὸν φίλτατον υἱὸν ποτὲ ἀλλὰ, τέλος, καὶ τὴν πάσαν βασιλείαν παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. ἡ δὲ ναυτικὴ στολή τῶν Ἀθηναίων πρὸς Σικελίαν κινεῖ δάκρυα τῷ ἀναγιγνώσκοντι, ὅτε Θουκυδίδης καταλέγει τὰ πάθη τῶν στρατιωτῶν, ἐντιθεὶς φόβον πολὺν καὶ ἔλεον εἰς τὴν διήγησιν αὐτοῦ. ὡς δὲ λέγει Ἀριστοτέλης, τὰ πάθη (τὸ φοβεῖσθαι καὶ τὸ ἐλεοῦν) ἃ αἰσθανόμεθα ἀκούοντες μύθον τινά, καίπερ αὐτὰ περὶ κακῶν καὶ πικρῶν γιγνόμενα, ποιεῖ ἡδονὴν τρόπον τινά. ἔστι δὲ καὶ πολλὰ γελοῖα ἐν τοῖς ἱστορικοῖς, οὐ γὰρ; οἷον τὸ διήγημα περὶ Ἱπποκλείδους καὶ τὸ “οὐ φρόντις Ἱπποκλείδῃ” καὶ ὡς οἱ κάμηλοι τοῦ Κύρου ἐνίκησαν τοὺς ἵππους τοῦ Κροίσου.

τίς δὲ ὠφέλεια γίγνεται (τίς βοήθεια, τί καλόν γίγνεται) τοῖς ἀνθρώποις ἀπὸ τῆς ἱστορίας; σαφές ἐστι μὲν ὅτι μέρος τι παιδείας ἐστι, ἀλλὰ τί μέρος, καὶ ποῖον; ἆρα ἐπιστήμη ἐστι τῶν αἰτιῶν δι’ ἅς γίγνονται καὶ πράττονται αἱ ἀνθρώπιναι πράξεις (τοῦ λεγομένου διὰ τί); , οἷον τῆς πολικτικῆς καταστάσεως, ἢ τύχης, τῶν προαιρέσεων τῶν ἀνθρώπων, τῆς γεωγραφίας, καὶ τῶν λοιπῶν; ἢ μᾶλλον τοῦτο ὠφελεῖ ἡμᾶς, ὅτι τὰ ἤθη τῶν πραττόντων ἀνθρώπων ὁρῶντες, ἀκριβέστερον διακρίνομεν τὰς ἀρετάς τε καὶ κακίας, καὶ ἐλπίζομεν οὕτως τὸν ἠθικὸν χαρακτῆρα τὸν ἡμέτερον ἀμείνω κατεργάσεσθαι;

πολλὰ οὖν τοιαῦτα νοήματα καὶ ἐρωτήματα ἔχων φιλοσοφεῖν μεθ’ ὑμῶν περὶ ἱστορίας, ἀξιῶ ἡμᾶς τήμερον σκέψασθαι ἕνα ἱστορικὸν ἄνδρα, τί νομίζει αὐτὸς περὶ ταῦτα. οὗτος ἐστιν Διονύσιος ὁ Ἁλικαρνασεύς. ἡ οὖν ὑπόθεσις τῆς ἐμῆς ἀκροάσεως τήμερόν ἐστι, τί μέρος παιδείας ἐστιν ἡ ἱστορία, κατὰ τὸν Διονύσιο; ἢ τί εἶδος παιδείας;

οὐ μέντοι κατὰ τύχην, οὐδ’ εἰκῇ, προῄρημαι ἐγὼ ἀκριβῶς τοῦτον τὸν συγγραφέα. μάλιστα γὰρ ἐδόκει μοι εἶναι χρήσιμος ὑμῖν, ἐπειδὴ Ἕλλην ὢν ἐν Ῥώμῃ ἔγραψε ἑλληνιστὶ Ῥωμαία πράγματα καὶ Ρωμαίων ἱστορίαν, καὶ εὖ οἶδα τοὺς πολλοὺς ὑμῶν τήμερον Ῥωμαίους ὄντας, εἰ γε καὶ φιλέλληνας. Διονύσιος οὖν ἐγεννήθη ὥς γε δοκεῖ, ἐν Ἁλικαρνασσῷ, πόλει τῆς Ἀσίας καὶ πατρίδι τοῦ κλεινοῦ ἱστορικοῦ Ἡροδότου. οὐ πολλὰ περὶ τοῦ βίου αὐτοῦ γιγνώσκομεν, οὐδὲν πλέον ἢ ἅ γ’ αὐτὸς λέγει περὶ ἑαυτοῦ ἐν τοῖς γεγραμμένοις. προσέχωμεν οὖν πρὸς ἃ λέγει ἐν τῷ προοιμίῳ τῆς ἱστορίας αὐτοῦ·

ἐγὼ καταπλεύσας εἰς Ἰταλίαν ἅμα τῷ καταλυθῆναι τὸν ἐμφύλιον πόλεμον ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑβδόμης καὶ ὀγδοηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος μεσούσης [σχεδὸν 30 π.Χ], καὶ τὸν ἐξ ἐκείνου χρόνον ἐτῶν δύο καὶ εἴκοσι μέχρι τοῦ παρόντος γενόμενον ἐν Ῥώμῃ διατρίψας, διάλεκτόν τε τὴν Ῥωμαϊκὴν ἐκμαθὼν καὶ γραμμάτων τῶν ἐπιχωρίων λαβὼν ἐπιστήμην, ἐν παντὶ τούτῳ τῷ χρόνῳ τὰ συντείνοντα πρὸς τὴν ὑπόθεσιν ταύτην διετέλουν πραγματευόμενος. (Ἀρχ. Ῥωμ 1.7.2)

ἀφίκετο οὖν ὁ συγγραφεὺς οὐ πολλῷ μετὰ τὴν κατὰ Ἄκτιον ναυμαχίαν ᾗ ἐνίκησε Ὀκταυιανός τὸν Ἀντώνιον καὶ Κλεοπάτραν. ἔμαθε δὲ τὴν Λατίνην φωνήν, ἵνα γράψῃ τὴν ἱστορίαν. καὶ ἄλλως ἐπιστάμεθα αὐτὸν διδάξαντα Ῥωμαίους τινάς τὴν ῥητορικὴν ἰδίᾳ· ὅθεν ἴσως καὶ τὸν μισθὸν ἔλαβεν. καὶ ἄλλα γεγραμμένα Διονυσίῳ ἔχομεν, ὡς ἴσως εὖ ἴστε, ὑπὲρ τῆς ῥητορικῆς καὶ ποιητικῆς τέχνης, ἐν οἷς εἰσιν λόγοι περὶ Ἰσοκράτους καὶ Δημοσθένους, ἄλλων τε πολλῶν καὶ δὴ καὶ Θουκυδίδου. οὗτος μὲν ὁ λόγος ἔχει πολλὰ ἄξια τῆς ἡμετέρας σκέψεως, καὶ προσοίσω εἰρημένα τινά αὐτοῦ τήμερον, πρῶτον δὲ διατελῶ τὰ περὶ τῆς Ῥωμαικῆς αὐτοῦ ἱστορίας.

περὶ τίνας χρόνους καὶ τίνας τόπους τῆς Ῥώμης ἱστορεῖ; ἀκμάζοντος γὰρ Διονυσίου πολλοὶ ἤδη Ἑλληνες συνέγραψαν μεγάλα βιβλία Ῥωμαικῆς ἱστορίας, ἐν οἷς μέγιστος ἐστίν ὁ Πολύβιος. ἐκεῖνος δὲ ἤρξατο τῆς συγγραφῆς σὺν τῷ πρώτῳ Φοινικικῷ πολέμῳ, ὅταν ἐπολέμησαν οἱ Ῥωμαίοι ὑπὲρ Σικελίας κατὰ τῶν Καρχηδονίων. ἔδοξε δὲ τῷ Διονυσίῳ ἄρξασθαι τῆς ἑαυτοῦ ἱστορίας ἀπὸ τῆς ἀρχῆς πάνυ. Διηγεῖται οὖν ἐν τῷ πρώτῳ βιβλίῳ περὶ Ἀβοριγίνων ἐν Ἰταλίᾳ, συντίθησι τὰ πραχθέντα ὑπ’ Εὐάνδρου τοῦ ἥρωος, διέρχεται καὶ τὴν ἅμιλλαν Ἡρακλέους κατὰ τοῦ λῃστοῦ ὄνοματι Κάκου, τοῦ κλέψαντος τὰς Ἡρακλέους βοῦς, καὶ ἄλλα. ἔστιν οὖν τῷ ὄντι ἀρχαιολογία Ῥωμαική, καὶ τοῦτο δὴ τὸ ὄνομα ἐπίκειται ἐπὶ τῷ σύμπαντι ἔργῳ. διατελεῖ δὲ ἱστορῶν τὰς τύχας τῶν Ῥωμαίων ἕως ἀφικνεῖται εἰς τὸν πόλεμον μετὰ Πύρρου, βασιλέως τῆς Ἠπείρου, ὥστε τέλος ἐπιθεῖναι ὀλίγῳ πρότερον τῆς Πολυβίου ἀρχῆς.

κατὰ δὲ τὴν εὕρεσιν (τοῦτ’ ἐστι inventio) τῆς πολλῆς ἐπιστήμης ἐξ ἧς συνέγραψε τὴν ἀρχαιολογίαν, περιήλθεν ἄστη καὶ πόλεις κατ’ Ἰταλίαν, πάντων μάλιστα τὴν Ῥώμην αὐτὴν, καὶ ἐρεύνησε τὰ πολλὰ ἱερὰ καὶ μνημεῖα, οἰκοδομήματά τε δημόσια. παραγενόμενος γὰρ ἐπυνθάνετο τῶν ἀνθρώπων τῶν ἐφεστώτων τούτοις τοῖς τόποις τί διδάσκοιεν αὐτὸν, αὐτίκα περὶ τουτουί τοῦ βωμοῦ ἢ ναοῦ, (οἷον μύθον ἢ αἰτίαν περὶ τοῦ τόπου, περὶ τῆς καταβολῆς ἢ κτίσεως ναοῦ ἢ ἱεροῦ). καὶ δὴ καὶ τὰς πολλὰς ἱστορίας διήλθε ἃς συνέγραψαν ἄλλοι Ἑλληνες καὶ Ῥωμαίοι, ἢ Ἑλληνιστὶ, οἷον τὴν τοῦ Κοίντου Φαβίου, λεγομένου Ζωγράφου, (Fabius Pictor λέγω, ὅς πρώτος τῶν Ῥωμαίων συνέγραψε Ῥώμης ἱστορίαν) ἢ Ῥωμαιστὶ, οἷον τὴν τοῦ Κάτωνος τοῦ τιμητοῦ.

χρηστοτάτην οὖν πραγματεῖαν συνέγραψε Διονύσιος, παραστήσας ἡμῖν οἶον τὴν σκηνὴν ἐφ’ ἧς Οὐεργίλιος παρήγαγε τὴν μεγάλην τραγῳδίαν τοῦ Αἰνείου. δυνάμεθα γὰρ συγκρίνειν τὰ ἱστορηθέντα τοῦ ἱστορικοῦ τοῖς τοῦ ποιήτοῦ, ἵνα τὴν τούτου τέχνην καὶ μυθοποιίαν ἀκριβέστερον συνίωμεν. δυνάμεθα δὲ καὶ συγκρίνειν τὰ τοῦ Διονυσίου τοῖς τοῦ Τίτου Λιουίου, ὅς πολύ βραχύτερον γράφει τὴν γένεσιν τῆς πόλεως. ὁ γὰρ Ῥωμύλος καὶ ὁ Ρῶμος (οὕτως γὰρ ὀνομάζει τὸν ἀδελφόν τοῦ Ῥωμύλου ὁ Διονύσιος), τούτω τὼ ἀδελφὼ ὧ ἐκτισάτην τὴν πόλιν, ἐκφαίνεσθον ἐν ἀμφοῖν τοῖν συγγραφέοιν. (Διονύσιός φησιν αὐτὸς ἑωρακέναι εἰκόνα λυκαίνας μετὰ διδύμων, οὐκ ἐπὶ τοῦ Καπιτολίνου, ἀλλὰ παρὰ τῷ Παλλαντίῳ λόφῳ.) ὁ μὲν οὖν Ἁλικαρνασεὺς τελευτᾷ τὴν πρώτην βύβλον εὐθὺς ἀποθανόντος τοῦ Ῥώμου, ὁ δὲ Λιούιος τελευτᾷ τὴν ἑαυτοῦ πρώτην, ἢδη ἀποθανείσης (εἰ οὕτως λέγοιμι ἂν) τῆς Ῥωμαίων βασιλείας, ὅτε ἐκπίπτουσιν οἱ Ταρκύνιοι. ἔστιν οὖν πυκνότερος, βραχύτερος τοῦ Διονυσίου οὗτος ὁ Ῥωμαίος συγγραφεὺς, ὁ δὲ φαίνεται μακρότερος καὶ πλουσιώτερος καὶ ποικίλλων τὸν λόγον νοήμασι καὶ σκέψεσιν, ἑκφράσεσί τε καὶ διηγήσεσιν, καὶ δὴ καὶ ῥήσεσιν (λέγω τοὺς πολιτικοὺς λόγους). δῆλον μὲν ἐστι δήπου ὅτι οἱ νύν σοφισταί ἡγοῦνται Διονύσιον χρησιμότερον εἰ βουλόμεθα εἰδέναι τί ἐνόμιζον οἱ ὕστεροι ἄνθρωποι περὶ τὰ ἀρχαῖα τῆς Ρώμης. οὐδαμῶς γὰρ πείθονται οἱ νῦν σοφισταὶ ἁπλῶς ἀληθῆ εἶναι ἃ λέγει Διονύσιος περὶ τῆς ἀρχῆς ἢ κατοικήσεως τῆς πόλεως.

ὠφέλιμον δὲ ἡμῖν ἐστι σκοπεῖν οὐ μόνον τὰ πράγματα ἃ περιέχει ἡ ἱστορία αὕτη, ἀλλὰ καὶ τὴν λέξιν ᾗ χρῆται (τὰ ὄνοματα λέγω, ἃ περιβάλλει τοῖς πράγμασιν, τοῖς τόποις, ἀνθρώποις, καὶ τοῖς λοιποῖς). ἔστι γὰρ κάλλιστον παράδειγμα τοῦ πῶς ἑλληνιστὶ διαλεγοίμεθ’ ἂν καὶ γράφοιμεν περὶ τῆς Ῥωμαίων πολιτείας καὶ βίου, καὶ συνελόντι εἰπεῖν, τῆς Ῥωμαικῆς παιδείας. δύω δὲ βραχέα παραδείγματα ἔχω. ὅτε μὲν οὖν Ἡρακλὴς ἀφίκετο εἰς Ἰταλίαν, οἱ ἑταῖροι αὐτοῦ οἰκίζουσιν πόλιν ἐπὶ τοῦ “Καπιτωλίνου” νῦν καλουμένου λόφου.

πολίζονται λόφον ἐπιτήδειον εὑρόντες τρισταδίῳ δὲ μάλιστα μήκει τοῦ Παλλαντίου διειργόμενον, ὃς νῦν μὲν Καπιτωλῖνος ὀνομάζεται, ὑπὸ δὲ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, ὥσπερ ἂν εἴποι τις Ἑλλάδι φωνῇ Κρόνιος. (1.34.1)

Σατόρνον γὰρ ὀνομάζουσιν οἱ Ρωμαῖοι τὸν θεὸν ὃν Ἕλληνες Κρόνον. ἐν οὖν τῷ ἑξῆς λόγῳ, Διονύσιος χρῆται τῷ Ἑλληνικῷ ὀνόματι· πῶς γὰρ οὖ;

ὀλίγον τι προβεβηκὼς ἐν τῷ λόγῳ, Διονύσιος λέγει ὡς πάλαι μὲν οἱ κατοικοῦντες τὴν γὴν ἔθυον τούτῳ τῷ θεῷ ἀνθρώπους ἔτι ζῶντας, ὁ δὲ αὐτὸς Ἡρακλὴς ἔπαυσεν αὐτοὺς οὕτω πράττοντας, καὶ ἐδίδαξε καινὰ ἱερὰ ἀντὶ τοῦ παλαιοῦ καὶ ὠμοῦ νόμου ἐκείνου. (προσέχετε πρὸς τὰ ὑπογεγραμμένα· ἐστιν ἔκφρασις θυσίας)

τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες ὁσέτη μικρὸν ὕστερον τῆς ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ (ταῖς καλουμέναις εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν), ἐν ᾗ προθύσαντες ἱερὰ τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις εἴδωλα μορφαῖς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμόν, ἀπὸ τῆς ἱερᾶς γέφυρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τεβέριος, Ἀργείους αὐτὰ καλοῦντες. (1.38.3)

ἐνίοις οὖν Ῥωμαίοις ὀνόμασιν ὑπάρχει πρέποντα ἢ ἀντίστροφα ἑλληνικὰ ὀνόματα (οἷον στρατηγοί ἀντὶ praetores ἢ consules, ὅμοιόν τι γὰρ ἐστίν), ἐνίοις δὲ δεῖ ἐξηγήσασθαι ἐν ὀνόμασιν ὀλίγοις, ἢ μετα φράσεως τινος. εἰδοί ides ῥωμαιστί ἐστι· νομίζω τοῦτο οὐδαμῶς εἶναι ἑλληνικόν ὄνομα, καλεῖ δὲ αὐτὸ διχομήνιδα, ἐξηγησάμενος ὀλίγον. αἱ δὲ παρθένοι ἐνθάδε, δήλον ὅτι vestales εἰσιν, ποντίφικες δὲ οὐκ καλεῖ γεφυροποιοὺς, γελοῖον γὰρ ἂν ἦν, καὶ ἴσως πάνυ ἀσαφέστερον. (Πλούταρχος μέντοι τούτῳ τῷ ὀνόματι χρῆται). ἡμῖν οὖν, τοῖς Ῥωμαίοις, αὐτὴ αὕτη ἡ μετάφρασις, ὅπερ ἐνίοτε καὶ περίφρασις γίγνεται, ἡδεῖά ἐστιν· ἐστι γὰρ τερπνὸν τὸ σκέψασθαι πῶς διαφέρει ἡ ἑλληνὶς γλώττα τῆς Ῥωμαίας, ἡ γὰρ γλώττα ἐστι τεκμήριον διαφερούσης καὶ τῆς διανοίας. ταύτην οὖν τὴν ἡδονὴν παρέχει ἡ μετάφρασις, ἢ μετάθεσις ἀπὸ τῆς μιᾶς εἰς τὴν ἑτέραν. καὶ αὕτη ἡ ἡδονὴ ἐπιτρέχει πάσαν τὴν ἱστορίαν τοῦ Διονυσίου.

ἀλλὰ, νῦν, εἰς τὴν ὑπόθεσιν μου ἀφικνοῦμαι τελευτῶν περὶ τὸ τί θεωρεῖ ἁνὴρ αὐτὸς περὶ ἱστορίας, καὶ βραχέα ἐσται ταῦτα, πάντως βραχύτερα ἢ βουλοίμην ἂν, εἰ οὕτω ὑπερβάλλοντα καὶ μεγαλόφρονα νοήματα εἰσφέροιμι καὶ ἐπιχειροῖμι σαφῶς ἐξηγεῖσθαι καὶ πιστῶς ἀποδεικνύναι. νῦν δὲ, συγγνῶτε, εἰ ταῦτα μόνον ὑποτίθημι ὑμῖν ὡσπερ σκιαγραφῶν.

ἔγραψε μὲν οὖν πραγματείαν Περὶ Θουκυδίδου Διονύσιος, ἐν ᾗ κρίνει τὸν μέγαν ἱστοριόγραφον, καὶ δὴ μέμφεταί καὶ αἰτιᾶται Θουκυδίδην ἔν τισιν (περὶ τίνων οὐ διαφέρει νῦν πρὸς τὴν ὑπόθεσιν), ἀλλ’ ἀποφαίνει ἡμῖν Διονύσιος ὅτι αὐτὸς γράφει τὴν πραγματείαν τῶν μαθητῶν ἕνεκα ἢ πολιτῶν, οἱ βούλονται μιμεῖσθαι Θουκυδίδην ἐν τῇ λέξει, ἐν τῷ τρόπῳ λέγειν καὶ γράφειν. καλὸν μὲν ἐστι τὸ μιμεῖσθαι, κατὰ τὸν ῥήτορα Διονύσιον, καὶ δὴ τὸ μιμεῖσθαι Θουκυδίδην, οὐ δὲ καλὸν μιμεῖσθαι μηδένα ἐν πᾶσιν. (αὕτη ἐστιν ἡ ὑπόθεσις τῆς μεγάλης πραγματείας περὶ Θουκυδίδου). πρὸς τί οὖν ἐστι χρήσιμον ἡ ἱστορία; (ἐπανερχόμεθα δῆλα δὴ πρὸς τὸ πρῶτον ἐμοῦ ἐρώτημα). πρὸς τὶ οὖν; ἄλλων τε πολλῶν ἕνεκα καὶ δὴ ὅτι ὁ ἱστοριόγραφος παρέχει ἡμῖν ἑαυτὸν παραραδειγμα πρὸς μίμησιν.

σκέψασθε δὴ καὶ ὅτι λέγει Διονύσιος ἐν τῷ προοιμίῳ τῆς μεγάλης Ῥωμαικῆς ἀρχαιολογίας·

ἐπείσθην γὰρ ὅτι δεῖ τοὺς προαιρουμένους μνημεῖα τῆς ἑαυτῶν ψυχῆς τοῖς ἐπιγιγνομένοις καταλιπεῖν, ἃ μὴ συναφανισθήσεται τοῖς σώμασιν αὐτῶν ὑπὸ τοῦ χρόνου, καὶ πάντων μάλιστα τοὺς ἀναγράφοντας ἱστορίας, ἐν αἷς καθιδρῦσθαι τὴν ἀλήθειαν ὑπολαμβάνομεν, ἀρχὴν φρονήσεως τε καὶ σοφίας οὖσαν, πρῶτον μὲν ὑποθέσεις προαιρεῖσθαι καλὰς καὶ μεγαλοπρεπεῖς καὶ πολλὴν ὠφέλειαν τοῖς ἀναγνωσομένοις φερούσας… (Roman Antiquities, 1.1.2)

πάσα ἰσως γραφὴ μνημεῖόν ἐστι τῆς ψυχῆς τοῦ γράψαντος. ἡ οὖν ἱστορία, εἶδος γραφὴς οὖσα, δηλοῖ τὸ ἦθος ἢ τὸν ἠθικὸν χαρακτῆρα τοῦ συγγραφέως τρόπον γέ τινα.

ὀλίγῳ δὲ ὕστερον, αἰτιᾶται ἱστοριογράφους τινάς, οὐκ ἀποδιδοὺς ὀνόματα, οἵ ἐθέλοντες δόξαν μόνον λαβεῖν ἔγραψαν ποικίλα ἢ ἐπιδεικτικὰ ἢ κενὰ ἢ ἄχρηστα βιβλία περὶ ἀδόξων πραγμάτων καὶ πονηρῶν (ἀσαφές τί ἐστι οὕστινας ἀκριβῶς ἐννοεῖ ὁ Διονυσιος), ὅμως δὲ οὗτοι ἐτελεύτησαν

δόξαν ἐγκαταλιπόντες τοῖς ἀναλαμβάνουσιν αὐτῶν τὰς ἱστορίας ὅτι τοιούτους ἐζήλωσαν αὐτοὶ βίους, οἵας ἐξέδωκαν τὰς γραφάς· ἐπιεικῶς γὰρ ἅπαντες νομίζουσιν εἰκόνας εἶναι τῆς ἑκάστου ψυχῆς τοὺς λόγους.

ὅμοιος οὖν ἐστιν ὁ ἱστορήσας τῷ ἱστορουμένῳ ἢ δοκήσει γε εἶναι. ὅπως γὰρ Ἀριστοτέλης λέγοι ἂν, αἱ προαιρέσεις δηλοῦσιν καὶ δὴ καὶ ποιοῦσιν τὸν ἠθικὸν χαρακτῆρα, τὴν ἕξιν. ἕκαστος δὲ ἱστοριόγραφος προαιρεῖται ὑπόθεσιν, χρόνον, τόπον, ἔθνος, πηγὰς, λέξιν, τάξιν, ὀνόματα, καὶ ἄλλα, καὶ συγγράφων, ὀλίγον τι τῆς ψυχῆς ἐντίθησι, ἥτις ἐκκύπτει ποτέ. οἱ δὲ ἀναγιγνώσκοντες δυνάμεθα μιμεῖσθαι ταῦτα (ἢ οὐ), ὅταν πλάττωμεν αὐτοὶ τὴν ἡμετέραν λέξιν ἢ καὶ ψυχὴν. ἴσως δὲ τοῦτο ποιήσομεν καὶ ἡμᾶς λανθάνοντες αὐτοὺς.

ταῦτα καὶ τοιαύτα, ὡς ἔμοιγε δοκεῖ, φρονεῖ ὁ Διονύσιος, πότερον δὲ ὀρθῶς ἢ οὐ, ἐφ’ ὑμῖν παραλείψω τὸ ζήτημα. οὐκ ὀκνῶ δὲ παραινῆσαι ὑμᾶς ὠνήσασθαι καὶ ἀναγνῶναι τὰ ἔργα αὐτοῦ, καὶ δὴ μιμεῖσθαι αὐτοῦ τὰς ἀρετὰς, φεύγοντάς γε τὰς κακίας. τῆς δὲ νῦν προσοχῆς ἕνεκα καὶ φιλολόγου καρτερίας, πολλὴν οἶδα ὑμῖν χάριν.

Alex Petkas, besides being a philhellene, is a lecturer in the Department of History at the University of California at San Diego. He teaches in the Paideia Institute’s Living Greek in Greece program.

--

--